Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.51 Dem. 24.55 (English) >>Dem. 24.57

24.53εἰ τοίνυν τις ἔροιθʼ ὑμᾶς ποτέροις μᾶλλον ἂν εἰκότως ποιήσαιθʼ ὁτιοῦν, τοῖς δεομένοις τοῖς ἐπιτάττουσιν, οἶδʼ ὅτι φήσαιτʼ ἂν τοῖς δεομένοις· τὸ μὲν γὰρ χρηστῶν, τὸ δʼ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστίν. οὐκοῦν οἱ νόμοι μὲν ἅπαντες προστάττουσιν χρὴ ποιεῖν, οἱ τιθέντες δὲ τὰς ἱκετηρίας δέονται. εἰ τοίνυν ἱκετεύειν οὐκ ἔξεστιν, που νόμον γʼ ἐπίταγμʼ ἔχοντʼ εἰσφέρειν; ἐγὼ μὲν οὐκ οἶμαι. καὶ γὰρ αἰσχρὸν περὶ ὧν μηδὲ χαρίζεσθαι δεῖν ὑπειλήφατε, περὶ τούτων ἀκόντων ὑμῶν ἐᾶν τινες βούλονται πραχθῆναι.

λέγε τὸν μετὰ τοῦτον ἐφεξῆς. 24.54Νόμος

ὅσων δίκη πρότερον ἐγένετο εὔθυνα διαδικασία περί του ἐν δικαστηρίῳ, ἰδίᾳ δημοσίᾳ, τὸ δημόσιον ἀπέδοτο, μὴ εἰσάγειν περὶ τούτων εἰς τὸ δικαστήριον μηδʼ ἐπιψηφίζειν τῶν ἀρχόντων μηδένα, μηδὲ κατηγορεῖν ἐώντων οὐκ ἐῶσιν οἱ νόμοι.

24.55Τιμοκράτης τοίνυν, ὥσπερ μαρτυρίαν ὧν ἀδικεῖ γράφων, εὐθὺς ἀρχόμενος τοῦ νόμου τἀναντίʼ ἔθηκε τούτοις. μέν γʼ οὐκ ἐᾷ περὶ ὧν ἂν ἅπαξ γνῷ δικαστήριον πάλιν χρηματίζειν· δʼ ἔγραψεν, καὶ εἴ τινι προστετίμηται κατὰ νόμον κατὰ ψήφισμα, τὸν δῆμον τούτῳ χρηματίζειν, ὅπως μὲν ἔγνω τὸ δικαστήριον λυθήσεται, καταστήσει δʼ ἐγγυητὰς ὀφλών. καὶ μὲν νόμος μηδʼ ἐπιψηφίζειν φησὶ τῶν ἀρχόντων παρὰ ταῦτα μηδένα· δʼ ἔγραψε τοῖς προέδροις ἐπάναγκες, ἐάν τις καθιστῇ, προσάγειν, καὶ προσέγραψενὁπότʼ ἄν τις βούληται.”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.51 Dem. 24.55 (English) >>Dem. 24.57

Powered by PhiloLogic